Κυριακή, 18 Μαΐου 2014

ΝΕΟΥΣ ΖΗΛΟΥΝΤΕΣ ΠΙΣΤΩΣ, ΕΝ ΒΑΒΥΛΩΝΙ

Νέους ζηλοῦντες πιστῶς, ἐν Βαβυλῶνι παῖδας, τὸ πῦρ προθύμως ὑπεισήλθετε, βοῶντες Μακάριοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Μὴ προσκυνῆσαι γλυπτοῖς, οἱ Ἀθληταὶ τῆς δόξης, ἀνασχεθέντες τὸν ἀοίδιμον, θάνατον ὑπέστησαν, τὰς ἀθανάτους λήξεις σαφῶς ἀπολαβόντες.

Ἀνδρειοτάτῃ ψυχῇ, καὶ ῥωμαλέᾳ γνώμῃ, τῶν ἀνομούντων τὰ φρυάγματα, καθεῖλον οἱ Μάρτυρες, ἀναβοῶντες πιστῶς· Χριστὲ εὐλογητὸς εἶ.

Ῥήμασι θείοις ὀχυρωθείς, Μάρτυς Παυλῖνε, θανεῖν προείλου παναοίδιμε, βοῶν τῷ ποιήσαντι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.