Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 24 Μαΐου 2014

ΝΕΑΝΙΚΩ ΘΕΟΦΟΡΕ, ΤΩ ΦΡΟΝΗΜΑΤΙ ΚΟΣΜΟΥ ΤΗΝ ΟΧΛΗΣΙΝ, ΚΕΝΗΣ ΤΕ ΔΟΞΗΣ ΤΑΣ ΚΑΤΑΠΤΩΣΕΙΣ

Νεανικῷ θεοφόρε, τῷ φρονήματι κόσμου τὴν ὄχλησιν, κενῆς τε δόξης τὰς καταπτώσεις, φεύγων ἡσυχάζειν ἐπόθεις ἐν πνεύματι, βοῶν ἀπαύστως· Εὐλογητός, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Σταυροειδῶς ἀνατείνων, τὰς παλάμας σου καὶ προσευχόμενος, Χριστὸν ἐν δόξῃ μετὰ Ἀγγέλων, ὀφθαλμοφανῶς θεοφόρε τεθέασαι, πρὸς τοῦτο ὄρος τὸ θαυμαστόν, ἀναβῆναί σε προστάττοντα.

Οὐρανοδρόμῳ τῇ γνώμῃ, ἐπειγόμενος Πάτερ τοῦ κίονος, ἐκβὰς προθύμως σὺ τοῦ Δεσπότου, θείοις πειθαρχήσας ἐντάλμασιν, ἔφθασας τὸ ὄρος τοῦτο, ὁ θαυμαστῶς, θαυμαστόν αὐτὸς ὠνόμασας.

Ὑψηλοτάτην κορυφήν, ἐπουράνιον ὥσπερ Παράδεισον, εὐωδεστάτοις πεφυτευμένον, ἄνθεσι παντοίοις εὑράμενος, ᾤκησας, μονὴν δὲ ταύτην θαυματουργέ, θεοχάρακτον κατέπηξας.