Τρίτη, 8 Απριλίου 2014

ΤΗΝ ΕΝ ΒΑΤΩ ΚΑΙ ΠΥΡΙ

«Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν μόνην Θεοτόκον, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν».

Ἱερώτατον χορόν, συστησώμεθα πιστῶς, ἐν ὁμονοίᾳ ψυχῆς, μακαρίζοντες θερμῶς, Ἑρμῆν καὶ Ἡρῳδίωνα, Ῥοῦφον, Ἄγαβον, Ἀσύγκριτόν τε τὸν μέγαν, καὶ Φλέγοντα τόν θεῖον, τοῦ Λόγου αὐτόπτας χρηματίσαντας.

Ὡς ἐλαῖαι μυστικαί, δεδειγμένοι ἀληθῶς, οἱ θεηγόροι ἡμῶν, καθιλάρυναν ψυχάς, καὶ πρόσωπα ἐν χάριτι, καὶ ἐρρύσαντο ἀθέου δυναστείας, καὶ σκότους ἀγνωσίας· ὅθεν ἐπαξίως μακαρίζονται.

Στεναγμῶν ἡμᾶς πολλῶν, καὶ δουλείας τοῦ ἐχθροῦ, καὶ παλαιοῦ πτερνιστοῦ, ἐλυτρώσατε σοφοί, τοῦ Λυτρωτοῦ Ἀπόστολοι, καὶ ἐδείξατε τὰς τρίβους, τὰς φερούσας ἐνθέῳ πεποιθήσει, πρὸς τὴν Βασιλείαν τὴν οὐράνιον.

Ἡ ἐξάφωτος λαμπάς, τῶν ἁγίων Μαθητῶν, ἱκέτευε ἐκτενῶς, τὴν Τρισήλιον αὐγήν, φωτίσαι τὰς ψυχὰς ἡμῶν, τῶν τὴν πάμφωτον τελούντων ὑμῶν μνήμην, καὶ ῥύσασθαι ἐκ σκότους, καὶ τῆς αἰωνίου κατακρίσεως.