Δευτέρα, 7 Απριλίου 2014

ΑΚΑΡΠΟΥΣ ΕΠΛΟΥΤΗΣΑ, Ο ΤΑΛΑΣ ΛΟΓΙΣΜΟΥΣ, ΨΥΧΗΝ ΚΑΤΕΜΟΛΥΝΑ

Ἀκάρπους ἐπλούτησα, ὁ τάλας λογισμούς, ψυχὴν κατεμόλυνα, ἀθέσμοις ἡδοναῖς, καὶ σκότος κυκλοῖ με ἀπογνώσεως, αὔγασόν μοι φέγγος, Θεέ μου μετανοίας.

Ὡς πάλαι ἐφώτισας, Τυφλὸν ἐκ γενετῆς, ψυχήν μου καταύγασον, μὴ βλέπουσαν τὸ φῶς, τὸ σὸν Ἐλεῆμον, ἀλλ' ἐν σκότει δεινῆς, λήθης συγχωσθεῖσαν, καὶ μερίμναις τοῦ βίου.

Νηστεύσας ἠνέῳξεν, Ἠλίας οὐρανούς, καὶ ὄμβροις κατήρδευσε, διψήσασαν τὴν γῆν, Νηστεύσωμεν ῥείθροις, καταντλούμενοι, ψυχικῶν δακρύων, ὅπως ἐλεηθῶμεν.