Σάββατο, 1 Μαρτίου 2014

ΠΡΟΤΕΡΟΝ ΑΣΚΗΣΑΣΑ, ΚΑΙ ΤΗΣ ΣΑΡΚΟΣ ΤΑ ΣΚΙΡΤΗΜΑΤΑ

Πρότερον ἀσκήσασα, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα, ἐγκρατείᾳ μαράνασα, ἀθλήσει τὸ δεύτερον τοῦ ἐχθροῦ καθεῖλες, τὰς μηχανουργίας, καὶ νίκην ἦρας κατ' αὐτοῦ, ὦ Εὐδοκία θεομακάριστε· διὸ σε ἐστεφάνωσεν, ἐπὶ διπλοῖς ἀγωνίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καρδίας ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, ὡς γῆ πίων θεόπνευστε, καὶ ἑκατοστεύοντα, μαρτυρίου στάχυν, ἐξήνθησας ὄντως, καὶ ἀποθήκαις νοηταῖς, ἐθησαυρίσθης σθένει τοῦ Πνεύματος, τοῦ σὲ μεταποιήσαντος, καὶ ἀλλοιώσει τῇ κρείττονι, ἀλλοιώσαντος χάριτι, Εὐδοκία πανεύφημε.

Νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσφθέγματι, Εὐδοκία πανεύφημε, νεκρώσασα πάνσοφε, ἐγκρατείας πόνοις, τοῦ σώματος πάθη, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ Μαρτύρων, καλῶς τελέσασα, τὸν δρόμον τῆς ἀθλήσεως, τῇ συνεργείᾳ τοῦ Πνεύματος, ὑπὲρ πάντων τῶν πίστει σε, ἀνυμνούντων πρεσβεύουσα.