Παρασκευή, 14 Μαρτίου 2014

ΤΟΝ ΕΝ ΚΑΜΙΝΩ ΤΟΥ ΠΥΡΟΣ

«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κατὰ παθῶν φθοροποιῶν, βασιλεύσας ἐν Χριστῷ θεόφρον Πάτερ, οὐρανῶν Βασιλείαν, κατηξιώθης οἰκεῖν, σὺν πᾶσι τοῖς καλῶς βιώσασι, καὶ τὸν παντεπόπτην, Θεόν ἠγαπηκόσι.

Τὰς σὰς ἁγίας προσευχάς, προσδεχόμενος Θεὸς τοῖς ἐνδεέσι, διὰ σοῦ ἐχορήγει, τὰς πρὸς τὸ ζῆν ἀφορμάς, μεγάλως ἐπὶ γῆς δοξάζων σε, ταῖς θαυματουργίαις, Βενέδικτε τρισμάκαρ.

Ὡραιωθεὶς ταῖς καλλοναῖς, τῶν ἐνθέων ἀρετῶν, πρὸς τοὺς ὡραίους μετετέθης νυμφῶνας, Πάτερ συνεῖναι Θεῷ καὶ τούτου θείας ὡραιότητος, εἰς τοὺς ἀπεράντους, αἰῶνας ἀπολαύειν.