Κυριακή, 16 Μαρτίου 2014

ΚΥΡΙΕ, ΟΤΕ ΣΕ Ο ΗΛΙΟΣ ΕΙΔΕΝ, ΕΠΙ ΞΥΛΟΥ ΚΡΕΜΑΜΕΝΟΝ

Κύριε, ὅτε σε ὁ ἥλιος εἶδεν, ἐπὶ ξύλου κρεμάμενον, Ἥλιε τῆς Δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.