Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 8 Μαρτίου 2014

ΘΕΟΦΥΛΑΚΤΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΝΙΚΟΜΗΔΕΙΑΣ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφυλάκτου, Ἐπισκόπου Νικομηδείας.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφυλάκτου Ἐπισκόπου Νικομηδείας.

Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος,
Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ.
Ἤλυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου Πλουσιάδος τοῦ Ὁμολογητοῦ.
Σάλπιγξ σιωπᾷ Παῦλος ὁ Πλουσιάδος,
Σάλπιγγος ἠχὴν τὴν τελευταίαν μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἑρμοῦ, οὗ μέμνηται ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,
Ἑρμῷον ἔμπνουν ἐκ λόγων διαγλύφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Δίων μαχαίρᾳ τελειοῦται.
Κἄν δεξιὰ σφάττει σε δεινὴ τοῦ πλάνου,
Ἡ δεξιὰ στέφει σε Δεσπότου Δίων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Δομέτιος τῆς τελευτῆς τὸ χρέος,
Δι' ἐκβιβαστῶν ἐξέτισεν Ἀγγέλων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.