Σάββατο, 29 Μαρτίου 2014

ΥΜΝΟΝ ΣΟΙ ΠΡΟΣΦΕΡΟΜΕΝ ΤΩΝ ΑΣΩΜΑΤΩΝ

Ὕμνον σοι προσφέρομεν τῶν Ἀσωμάτων, ὥσπερ οἱ παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Λόγοις κατεκόσμησας τὴν Ἐκκλησίαν, καὶ αἱμάτων τοῖς ῥείθροις, φαιδρῶς κατηγλάϊσας Ἱεράρχα, Χριστὸν ὑμνοῦσαν τὸν σὲ ἐνισχύσαντα.

Ἄγρυπνα τὰ ὄμματα τῆς ψυχῆς σου ἔχων, τὴν ποίμνην τοῦ Χριστοῦ, ἀσινῆ φυλάττεις Ἱεράρχα, τὴν ἀπαύστως ἐν ὕμνοις σε δοξάζουσαν.

Μύρα εὐωδέστατα οἱ Ἀθλοφόροι, τὰ τῶν αἱμάτων ῥεῖθρα, προσῆξαν τῷ Δεσπότῃ λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.