Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 29 Μαρτίου 2014

ΣΕ ΝΟΗΤΗΝ ΘΕΟΤΟΚΕ ΚΑΜΙΝΟΝ

Σὲ νοητὴν Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, κόσμον ἀνεκαίνισεν ἐν τῇ γαστρί σου ὁλόκληρον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἀποσκοπῶν εἰς τὸν μόνον Κύριον, σῴζειν δυνάμενον σοφέ, οὐκ ἐφλέχθης προσομιλῶν, πίσσης πυρακτώσεσι, δρόσον θείας χάριτος, ὦ Ἰωνᾶ κομιζόμενος, ὥσπερ οἱ τρεῖς νεανίαι ποτέ· ὅθεν ὑμνοῦμέν σε.

Ῥώμῃ Θεοῦ, Ἰωνᾶ ῥωννύμενος, ἤνεγκας βάσανα πικρά, Ἡσαΐας δὲ ὡς τὸ πρίν, ἔχαιρες πριζόμενος, τέλος τὸ μακάριον, ἀναβοῶν καὶ δεχόμενος· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾌδει τὰ σά, Μάρτυς προτερήματα, ἡ Ἐκκλησία τοῦ Θεοῦ, μεγαλύνουσα τοὺς μακρούς, ἄθλους οὓς ὑπήνεγκας, θάνατον τὸν τίμιον, καὶ προσκυνεῖ τῶν λειψάνων νῦν, τὴν σορὸν ἐξ ἧς βρύει, ἡμῖν ψυχῶν ἰάματα.

Σὺ ἀνδρικῶς, Μάρτυς Βαραχήσιε, καταπατῶν τοῦ πονηροῦ, ἀκανθώδεις ἐπιβουλάς, ἔφερες συρόμενος, καὶ κατακεντούμενος, τοῖς ἀκανθώδεσι βέλεσι, τὸν αἰνετὸν ἀναμέλπων, Θεὸν τὸν ὑπερένδοξον.