Παρασκευή, 21 Μαρτίου 2014

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Πολλοὺς διωγμούς, ἀνενδότους πειρασμοὺς Πάτερ ὑπέμεινας, Εἰκονομάχους ἐκτρεπόμενος, ὡς ζηλωτὴς ἐνδικώτατος, πάντας τοὺς ὁρῶντας φωτίζων, καὶ κραυγάζων, Ἰάκωβε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστοῦ τὴν φρικτήν, παρουσίαν ἐννοῶν ἐν κατανύξει, πάντα τὸν βίον διετέλεσας, ἕως οὗ εὗρες μακάριε, κάθαρσιν πταισμάτων τελείαν, καὶ αἰωνίαν παράκλησιν, καὶ φωτισμὸν ἀληθινόν, καὶ δόξαν ἄρρητον.

Ποιμένος Χριστοῦ, ἐν πραότητι ψυχῆς ὤφθης ἀρνίον, καὶ ὑπὸ τούτου ποιμαινόμενος, Ποιμὴν προβάτων ἐν Πνεύματι, Πάτερ λογικῶν ἀνεδείχθης, σὺν αὐτοῖς μέλπων πάντοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.