Κυριακή, 2 Μαρτίου 2014

ΜΝΗΜΗ ΤΗΣ ΑΠΟ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΗΣ ΤΡΥΦΗΣ ΕΞΟΡΙΑΣ ΤΟΥ ΠΡΩΤΟΠΛΑΣΤΟΥ ΑΔΑΜ

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.

Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.
Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.