Κυριακή, 16 Μαρτίου 2014

ΤΟ ΤΗΣ ΣΟΦΙΑΣ ΙΕΡΟΝ ΚΑΙ ΘΕΙΟΝ ΟΡΓΑΝΟΝ

Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ' ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.