Κυριακή, 16 Μαρτίου 2014

ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΩΝ ΟΥΡΑΝΩΝ

«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὸν Βασιλέα τῶν οὐρανῶν κοσμηθέντες, τὰς ψυχὰς νηστείᾳ καὶ δεήσει, πίστει ἀδιστάκτῳ, δεξώμεθα ἐνθέως.

Τοῦ Παρακλήτου ταῖς νοηταῖς Ἀθλοφόρε, ἀρδευθεὶς ῥοαῖς, καρποὺς προσῆξας, τοὺς τοῦ Μαρτυρίου, Σαβίνε τῷ Κυρίῳ.

Οἱ τῶν αἱμάτων σοι ποταμοὶ πλημμυροῦντες, ἐπὶ γῆς Σαβίνε ἰαμάτων, νάματα τοῖς πᾶσι, προχέουσιν ἀνθρώποις.