Σάββατο, 8 Μαρτίου 2014

ΔΕΥΤΕ ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΠΑΝΤΕΣ

Δεῦτε φιλομάρτυρες πάντες, πνευματικῶς εὐφρανθῶμεν, καὶ πανηγυρίσωμεν· σήμερον γὰρ προτίθεται τράπεζαν μυστικήν, ὁ μάρτυς Θεόδωρος, εὐφραίνουσαν τοὺς φιλεόρτους ἡμᾶς, τοῦ βοῆσαι πρὸς αὐτόν· Χαίροις Ἀθλοφόρε ἀήττητε, ὁ τὰς ἀπειλὰς τῶν τυράννων, ἐπὶ γῆς καταστρεψάμενος, χαίροις, ὁ τὸ πήλινόν σου σῶμα, διὰ Χριστόν τὸν Θεόν, ἐκδεδωκὼς ταῖς βασάνοις, χαίροις, ὁ ἐν ποικίλοις κινδύνοις, δόκιμος στρατιώτης ἀναδειχθείς, τῆς οὐρανίου στρατιᾶς. Διὸ δυσωποῦμέν σε, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τὴν Θεοδώρητον χάριν, τῶν θαυμάτων σου Μάρτυς Θεόδωρε, πᾶσιν ἐφαπλοῖς, τοῖς πίστει σοι προστρέχουσι· δι' ἧς εὐφημοῦμέν σε λέγοντες· Αἰχμαλώτους λυτροῦσαι, θεραπεύεις νοσοῦντας, πενομένους πλουτίζεις, καὶ διασῴζεις πλέοντας, μάταιον δρασμὸν ἐπέχεις οἰκετῶν, καὶ ζημίας φανέρωσιν ποιεῖς, τοῖς συληθεῖσιν Ἀθλητά, καὶ στρατιώτας παιδεύεις τῆς ἁρπαγῆς ἀπέχεσθαι, νηπίοις χαρίζεις, συμπαθῶς τὰ αἰτήματα, θερμὸς εὑρίσκῃ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὸ ἱερὸν μνημόσυνον, μεθ' ὧν καὶ ἡμῖν Ἀθλητὰ ἱερώτατε, τοῖς ἀνυμνοῦσί σου τὸ μαρτύριον, αἴτησαι παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Δῶρον Θεοῦ ὑπέρτατον, ἀνεδείχθης Μάρτυς Θεόδωρε, ὅτι καὶ μετὰ τέλος, ὡς ζῶν, τοῖς προστρέχουσι παρέχεις τὰς αἰτήσεις. Ὅθεν υἱὸν ἁρπαγέντα γυναίου ποτέ, δορυάλωτον ἐν ἀλλοπίστῳ στρατῷ, ἐπιστᾶσα ἡ χήρα, τοῖς δάκρυσι τὸν Ναόν σου κατέβρεχεν· αὐτὸς δὲ ὡς συμπαθής, ἐφ' ἵππῳ λευκῷ ἐπιβάς, ταύτης τὸν παῖδα, ἀοράτως παρέστησας, καὶ μετὰ τοῦτο σὺν τούτῳ ἐνεργῶν, τοῖς θαύμασιν οὐκ ἔλιπες. Ἀλλ' αἴτησαι Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θείων δωρεῶν, ἐπώνυμόν σε γεραίρω, τρισμάκαρ Θεόδωρε· τοῦ φωτὸς γὰρ τοῦ θείου, ἄδυτος φωστὴρ ἀναδειχθείς, κατέλαμψας ἄθλοις σου, τὴν σύμπασαν Κτίσιν, καὶ πυρὸς ἀκμαιότερος φανείς, τὴν φλόγα κατέσβεσας, καὶ τοῦ δολίου δράκοντος, τὴν κάραν συνέτριψας· διὸ ἐν τοῖς ἄθλοις σου, Χριστὸς ἐπικαμφθεὶς ἐστεφάνωσε τήν θείαν κάραν σου. Μεγαλομάρτυς Ἀθλητά, ὡς ἔχων παρρησίαν πρὸς Θεὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὀργάνῳ χρησάμενος ὁ δυσμενής, τῷ συναποστάτῃ Τυράννῳ, δι' ἐπινοίας χαλεπῆς, τὸν νηστείᾳ καθαγνιζόμενον λαὸν εὐσεβῆ, τοῖς ἐκ μιαρῶν θυσιῶν κεχραμένοις βρώμασιν, ἐπειρᾶτο καταμιαίνειν, ἀλλ' αὐτὸς τὸ ἐκείνου μηχάνημα, σοφωτέρᾳ διέλυσας ἐπινοίᾳ, ὄναρ ἐπιστάς, τῷ τότε Ἀρχιερεῖ, καὶ τὸ βαθὺ τῆς γνώμης ἀνακαλύπτων, καὶ τὸ ἄτοπον τοῦ ἐγχειρήματος ὑποδηλῶν, καὶ δή σοι χαριστήρια θύοντες, σωτῆρα ἐπιγραφόμεθα, ἐτήσιον ἀνάμνησιν τοῦ γενομένου ποιούμενοι, καὶ τὸ λοιπὸν ἐξαιτούμενοι, τῶν ἐπινοιῶν τοῦ πονηροῦ, ἀβλαβεῖς περισῴζεσθαι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, μάρτυς Θεόδωρε.