Πέμπτη, 13 Μαρτίου 2014

ΛΟΓΩ ΤΑ ΠΑΘΗ ΠΑΝΟΛΒΙΕ

Λόγῳ τὰ πάθη Πανόλβιε, καθυποτάξας σαφῶς, τὴν ψυχὴν κατελάμπρυνας, ἀρετῶν ἐν χρώμασι, καὶ δογμάτων ὀρθότητι, τὸν τῆς σοφίας πλοῦτον δρεψάμενος, καὶ διανείμας τοῖς σοὶ προστρέχουσι, λύχνος πολύφωτος, γεγονὼς τῇ χάριτι, θεοπρεπῶς, ὤφθης ἐγκαλλώπισμα, τῇ Ἐκκλησίᾳ Χριστοῦ.

Νίκην κατ' ἐχθρῶν ἀράμενος, δικαιοσύνης λαμπρῷ, νῦν στεφάνῳ κεκόσμησαι, Νικηφόρε πάνσοφε, τῆς ἁγνείας διδάσκαλε, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, τῆς Ἐκκλησίας ἀκαταμάχητος, πύργος γενόμενος, τῶν ἀφρόνων ἅπασαν, αἱρετικῶν, φάλαγγα κατέστρεψας, θεόφρον Ὅσιε.

Ἔνδον τῶν ἀδύτων πέφηνας, εἰς οὐρανοὺς ἀναβάς, ἀρετῶν ἐποχούμενος, Θεορρῆμον ἅρμασι, διφρηλάτης αἰθέριος, ὡς ὁ Θεσβίτης νῦν ἀνυψούμενος, οὗ καὶ τὸν ζῆλον ἐκμιμησάμενος, ξίφει τοῦ Πνεύματος, τῆς αἰσχύνης ἅπαντας, τοὺς ἱερεῖς, ἄριστα κατέσφαξας, μακαριώτατε.