Κυριακή, 2 Μαρτίου 2014

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ

«Σὺ Κυριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Ὁ νοῦς σου τῷ φωτί, τῷ ἀΰλῳ λαμπόμενος, διέλυσε τῆς ἀπάτης, τὴν πολύθεον πλάνην, Ἡσύχιε μακάριε.

Νοήσεσι φαιδραῖς, καὶ καλαῖς ἀναβάσεσι, θεούμενος ἀθεΐας, Ἀθλοφόρε Παμμάκαρ, τὸ ἄστατον διέφυγες.

Ἡσύχασας λιπών, πολυτάραχον ἄγνοιαν, καὶ εἴληφας Ἀθλοφόρε, ἀντὶ κόπων καὶ πόνων, τὴν θείαν ἀγαλλίασιν.