Πέμπτη, 13 Μαρτίου 2014

Η ΔΩΔΕΚΑΣ ΑΠΟΣΤΟΛΩΝ, ΠΕΤΡΕ, ΠΑΥΛΕ, ΙΑΚΩΒΕ ΚΑΙ ΙΩΑΝΝΗ, ΑΝΔΡΕΑ ΒΑΡΘΟΛΟΜΑΙΕΣ, ΦΙΛΙΠΠΕ

Ἡ δωδεκὰς Ἀποστόλων, Πέτρε, Παῦλε, Ἰάκωβε, καὶ Ἰωάννη, Ἀνδρέα, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, καὶ Ματθαῖε, καὶ Ἰάκωβε, σὺν Σίμωνι, καὶ τῷ Ἰούδᾳ, λιτὰς ποιεῖτε, τῷ Χριστῷ σωθῆναι ἡμᾶς.

Τὰ δίκτυα τῶν δογμάτων, χαλάσαντες ἐν θαλάσσῃ τοῦ βίου ξένως, πρὸς τρισὶν ἑκατὸν καὶ πεντήκοντα, μυστικῶς τὰ ἔθνη, ὡς ἰχθύας τὸ πρίν, ἠγρεύσατε, ταῦτα Κυρίῳ προσαγαγόντες, ἅγιοι Ἀπόστολοι.
Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα, συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.