Παρασκευή, 14 Μαρτίου 2014

ΝΕΥΣΕΙ ΚΑΙ ΑΓΑΠΗ

Νεύσει καὶ ἀγάπῃ, ἀληθεῖ, κόσμον ἀρνησάμενος Πάτερ, ἐκ βρέφους Ὅσιε, χαίρων ἠκολούθησας, τῷ σταυρωθέντι Χριστῷ, καὶ πολλοῖς ἀγωνίσμασι, τὴν σάρκα νεκρώσας, χάριν τῶν ἰάσεων, πλουσίως ἔλαβες, παύειν ἀσθενείας ποικίλας, καὶ τῆς πονηρίας διώκειν, πνεύματα μεγάλως θαυμαζόμενος.

Κόσμος γεγονὼς τῶν Μοναστῶν, ἤθροισας ἀνείκαστον πλῆθος, ὑμνεῖν τὸν Κύριον, Ὅσιε Πατὴρ ἡμῶν, καὶ πρὸς οὐράνιον, πάντας τρίβον ὡδήγησας, καλῶς ἑπομένους, θείοις σου διδάγμασι, καὶ μιμουμένους σου, βίον τὸν ἐνάρετον μάκαρ, οὓς καὶ πάλιν ἅμα συνῆξας, ἐν τῇ μεταστάσει σου Βενέδικτε.

Πάλαι ὡς Ἠλίας ὑετούς, Πάτερ οὐρανόθεν ἐντεύξει, θείᾳ κατήγαγες· βλύζειν δὲ τὸ ἔλαιον, ἄγγος ἐποίησας, καὶ νεκρὸν ἐξανέστησας, καὶ ἄλλα μυρία, θαύματα ἐτέλεσας, εἰς δόξαν Ὅσιε, πάντως τοῦ Θεοῦ καὶ Σωτῆρος· ὅθεν σου τὴν ἔνθεον μνήμην, πόθῳ ἑορτάζομεν Βενέδικτε.