Τετάρτη, 12 Μαρτίου 2014

ΑΣΜΑΤΩΝ ΣΑΛΠΙΓΓΙ, ΚΑΤΑΣΑΛΠΙΣΩΜΕΝ, ΗΜΕΡΑΝ ΕΥΣΗΜΟΝ

ᾈσμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες· Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον, δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε.