Παρασκευή, 28 Μαρτίου 2014

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΝΕΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου.

Τῇ ΚΗ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου Μονῆς τῆς Πελεκητῆς.

Δοὺς Ἱλαρίων γῇ τὸ γῆθεν σαρκίον,
Γῆν Μακάρων ᾤκησε τὴν μακαρίαν.
Ὀγδόῃ Ἱλαρίωνα κιχήσατο εἰκάδι πότμος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου Ἡρῳδίωνος, ἑνὸς τῶν ἑβδομήκοντα Ἀποστόλων.

Ῥόδον νοητὸν ὢν σαφῶς Ἡρῳδίων,
Ξίφει τρυγηθείς, αὖθις ἀνθεῖ ἐν πόλῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.