Δευτέρα, 3 Μαρτίου 2014

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ ΤΗ ΠΕΡΣΙΚΗ, ΠΟΘΩ ΕΥΣΕΒΕΙΑΣ ΜΑΛΛΟΝ Η ΤΗ ΦΛΟΓΙ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Νῦν ἐπαξίως τῆς αἰωνίου ζωῆς λαβόμενοι, ὥσπερ ἐναθλοῦσιν ἔφη ὁ Ποιητής, Ἀθλοφόροι ἀναμέλπετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Μυσταγωγίαν τὴν ὑπὲρ νοῦν καὶ κλέος καὶ στέφανον, κάλλος διαμένον ἄλυπον χαρμονήν, κληρωσάμενοι κραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἐν τῇ καμίνῳ τῇ τῶν βασάνων καρτερήσαντες, πλάνης ὑπηρέτας Μάρτυρες ἀκλινεῖς, κατεφλέξατε κραυγάζοντες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.