Πέμπτη, 27 Μαρτίου 2014

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΜΑΤΡΩΝΗΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης, τῆς ἐν Θεσσαλονίκῃ.

Οὐκ ἄξιον λαθεῖν σε Μάρτυς Ματρῶνα,
Κἂν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη.
Εἰκάδι ἑβδομάτῃ θάνε Ματρῶνα ἑνὶ εἱρκτῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κήρικος, ὁ ἐν τῷ Ἄπρῳ, ἐν εἰρήνῃ τελειοῦται.

Ἐγώ, Πάτερ Κήρικε, καὶ τεθνηκότα,
Κἂν καρδία φέρειν σε, κἂν γλώττῃ θέλω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ, καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν τέκνων αὐτῶν, Μακεδόνος, Θεοπρεπίου, Κρονίδου, Κομενταρησίου, καὶ Ἀμφιλοχίου Δουκός.

Ὥσπερ Φιλητοῦ καὶ Λυδίας σάρξ μία,
Οὕτως ἓν αὐτῶν καὶ μετ' εἰρήνης τέλος.
Θνῄσκει Θεοπρέπιος σὺν Μακεδόνι,
Θεοπρεπῶς ᾄδοντες ὕμνους Κυρίῳ.
Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ,
Ἐξουσιάζων ἐξυπηρετουμένῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰωάννης καὶ Βαρούχιος ξίφει τελειοῦνται.

Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος,
Βαρουχίῳ ὑπῆρχεν, ἀλλὰ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀνανὶ ἐν εἰρήνῃ τελειοῦται.

Τριὰς τρίπους σός, Ἀνανὶ Θεοπρόπε,
Δι' ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ Πέτρου τοῦ Ἁγιωτάτου Ἐπισκόπου, Ἄργους τοῦ σημειοφόρου, καὶ τοῦ Ὁσίου Πατρός ἡμῶν Εὐτυχίου.

Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,
Γῆθεν μεταστὰς καὶ κατοικήσας πόλον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.