Τετάρτη, 19 Μαρτίου 2014

ΘΕΙΑΣ ΕΠΙΓΝΩΣΕΩΣ

Θείας ἐπιγνώσεως, εἰσδεδεγμένος τὴν ἔλλαμψιν, ἐφωτίσθης τὰ ὄμματα, Σοφὲ τῆς καρδίας σου, καὶ τῆς πλάνης ζόφον, ἔλιπες ἐμφρόνως, καὶ ὡμολόγησας Χριστόν, σάρκα λαβόντα τὸν πάντων Κύριον, ἐντεῦθεν δυναμούμενος, δυνάμει Πνεύματος Χρύσανθε, τῶν βασάνων ἀνώτερος, ἀνεδείχθης πανεύφημε.

Ἐχθροῦ δελεάσματα, καὶ ἡδονῆς ὑπεκκαύματα, ὡς ἀράχνην λελόγισαι, ζοφώδη δὲ κάθειρξιν, ὑποστὰς ἐνθέῳ, φέγγει κατηυγάσθης, καὶ εὐωδίας νοητῆς, ἀπεπληρώθης μέσον ἱστάμενος, βορβόρου καὶ προσήγαγες, ὡς νυμφοστόλος πανάριστος, τῷ Χριστῷ νύμφην ἄμωμον, τὴν μωμῆσαί σε σπεύσασαν.

Ἐτρώθης τῷ ἔρωτι, τῷ γλυκυτάτῳ τοῦ κτίσαντος, καὶ τῆς πλάνης τὸ ἄθεον, τέλεον ἐξέκλινας, καὶ νυμφῶνος θείου, ἐχώρησας ἔνδον, νενυμφευμένη τῷ Χριστῷ, διὰ βασάνων πολλῶν τοῦ σώματος, Δαρεία μεγαλώνυμε, θεῖον δοχεῖον τοῦ Πνεύματος, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ Παρθένων ἀγλάϊσμα.