Κυριακή, 23 Μαρτίου 2014

ΝΙΚΩΝΟΣ ΚΑΙ ΜΑΘΗΤΩΝ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Νίκωνος καὶ τῶν αὐτοῦ Μαθητῶν ἑκατὸν ἐνενήκοντα ἐννέα.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νίκωνος καὶ τῶν αὐτοῦ μαθητῶν, ἑκατὸν ἐνενηκονταεννέα Μαρτύρων.

Νίκης στέφανον εὐτρεπίζει σοι, Νίκων,
Βραβεὺς στεφάνων, θνῇσκε λοιπὸν τῷ ξίφει.
Εἰκάδι ἐν τριτάτῃ ξίφει Νίκων κράτα δῶκε.

Εἰς τοὺς αὐτοῦ Μαθητάς.

Ἑνὸς δέοντος τέσσαρας Συμμαρτύρων,
Διὰ ξίφους τέμνουσι πεντηκοντάδας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος ξίφει τελειοῦται.

Ὁ δεινὸν οὗτος εἰσορῶν σπαθηφόρος,
Ὀργᾷ κατοῖσαι τὴν σπάθην Δομετίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.