Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 2 Μαρτίου 2014

Ο ΠΛΑΣΤΗΣ ΜΟΥ ΚΥΡΙΟΣ, ΧΟΥΝ ΕΚ ΤΗΣ ΓΗΣ ΠΡΟΣΛΑΒΩΝ

Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.

Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον.

Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα.

Ἀδὰμ ἐξωστράκισται, παρακοῇ Παραδείσου, καὶ τρυφῆς ἐκβέβληται, γυναικὸς τοῖς ῥήμασιν ἀπατώμενος, καὶ γυμνὸς κάθηται, τοῦ χωρίου οἴμοι! ἐναντίον ὀδυρόμενος. Διὸ σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν οἴκησιν, πάλιν ἀπολάβωμεν.
Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ' ὦ Παράδεισε, τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι οὐκέτι σου τῆς τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.