Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 27 Μαρτίου 2014

ΣΗΜΕΡΟΝ Ο ΑΠΡΟΣΙΤΟΣ

Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ, προσιτός μοι γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν με τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοῖς, ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον, ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ ἁγνὴ Παρθένος καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα ἐφθέγγετο. Οἴμοι Τέκνον ἐμόν! τί τοῦτο πεποίηκας; Ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνῃ, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος;οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι, καὶ δεινή μοι ῥομφαία τὴν καρδίαν διέρχεται. Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοι.