Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 19 Μαρτίου 2014

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΧΡΥΣΑΝΘΟΥ ΚΑΙ ΔΑΡΕΙΑΣ ΕΞ ΑΘΗΝΩΝ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας ἐξ Ἀθηνῶν.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.
Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,
Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.
Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.
Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.
Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,
Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.
Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,
Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.
Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,
Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται.
Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει
Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.