Τρίτη, 18 Μαρτίου 2014

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Εἴσελθε, κέρδος ἐκ ταλάντων προσφέρων,
Εἰς τὴν χαράν, Κύριλλε, τοῦ σοῦ Κυρίου.
Ὀγδοάτῃ δεκάτῃ θάνατος μέλας εἷλε Κύριλλον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μύριοι Μάρτυρες, τοὺς αὐχένας τμηθέντες, τελειοῦνται.
Τμηθέντες Ἄνδρες Μύριοι τοὺς αὐχένας,.
Ἀπῆλθον ἔνθα μυριόμματοι Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Εὐκαρπίωνος καὶ τῶν σὺν αὐτοῖς.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.