Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 16 Μαρτίου 2014

ΣΑΒΙΝΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ

Τῌ ΙΣΤ' ΤΟ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.
Ῥεῖθρον Σκαμάνδρου, ὡς ἐλέγξεως ὕδωρ,
Εὐανδρίας ἔλεγχος ἦν τῆς Σαβίνου.
Τῇ δεκάτῃ ἕκτῃ ἐντεῦθεν ἀπῆρε Σαβῖνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.
Δεσμῇ πέδαις εἰς δένδρον, ᾧ προσβὰς Πάπα,
Ζακχαῖος οἷα Χριστὸν ἐκπνεύσας βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἰωάννης, ὁ ἐν Ῥουφιαναῖς, ἐν εἰρήνῃ τελειοῦται.
Τιμῶμεν, Ἰωάννη, σὴν ἐκδημίαν,
Ἐνδημίαν δὲ πρὸς Θεὸν μᾶλλον φάναι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥωμανὸς ὁ ἐν τῷ Παρίῳ, ξίφει τελειοῦται.
Τὸ πρὸ σὲ φίλτρον εἰς ἀγῶνας δεικνύει,
Ὁ Ῥωμανός σου, Σῶτερ, ὁρμῶν πρὸς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἐν Φοινίκῃ ξίφει τελειοῦνται.
Χορὸν δέκανδρον Μαρτύρων διὰ ξίφους,
Ἀνδροκτόνοι κτείνουσι Μαρτυροκτόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλεξανδρίων Πάπας Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.
Ῥώμης παλαιᾶς Ἀλεξανδρίων Πάπας,
Ἐδὲμ κατοικεῖ τὴν παλαιὰν Πατρίδα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνίνα τοῦ θαυματουργοῦ.
Σορῷ καλυφθεὶς θαυματουργὸς Ἀνίνας,
Οὐ συγκαλύπτει τὴν χάριν τῶν θαυμάτων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.