Πέμπτη, 13 Μαρτίου 2014

ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Πατριάρχου Κωνσταντινουπόλεως.
Νίκης ἑορτὴν ἡ πόλις Νικηφόρε,
Δοχὴν ἄγει σου Λειψάνου Νικηφόρου.
Χοῦς τρισκαιδεκάτῃ Νικηφόρου ἄστυ εἰσήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἱερομάρτυρος Πουπλίου ἐπισκόπου Ἀθηνῶν.
Στολὴν ἔβαψας αἱμάτων ῥείθροις, μάκαρ,
Καὶ λαμπρὸς ὤφθης νῦν Κυρίῳ ἢ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀφρικανοῦ, Πουπλίου, καὶ Τερεντίου, ὧν ἡ Σύναξις τελεῖται ἐν τῷ Παυλοπετρείῳ.
Συμμάρτυρας τρεῖς, ὧν διὰ ξίφους τέλος,
Ἴσα στεφάνοις τοῖς ἰάμβοις χρὴ στέφειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἄβιβος ὁ ἐξ Ἑρμουπόλεως, λίθῳ προσδεθείς, καὶ ἐν ποταμῷ βληθείς, τελειοῦται.
Βληθεὶς Ἄβιβος εἰς ποταμὸν σὺν λίθῳ,
Ἐκπλεῖ ποταμὸν συρφετώδη τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χριστῖνα ἡ ἐκ Περσίδος, μαστιζομένη τελειοῦται.
Μάστιξ τὸ τύπτον· σάρξ τὸ πάσχον Χριστίνης.
Χριστοῦ χάριν χέουσα κρουνοὺς αἱμάτων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.