Δευτέρα, 3 Μαρτίου 2014

ΚΥΡΙΕ ΚΑΙ ΔΕΣΠΟΤΑ ΤΗΣ ΖΩΗΣ ΜΟΥ, ΠΝΕΥΜΑ ΑΡΓΙΑΣ, ΠΕΡΙΕΡΓΙΑΣ, ΦΙΛΑΡΧΙΑΣ

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.