Σάββατο, 15 Φεβρουαρίου 2014

ΠΟΤΑΜΟΥ ΤΑ ΟΡΜΗΜΑΤΑ

Ποταμοῦ τὰ ὁρμήματα, τοῦ τῆς χάριτος κήρυκος, ὡς Θεοῦ φανέντα σε πόλιν ἔμψυχον, διαφερόντως εὐφραίνουσι, τὰ ἄρρητα ῥήματα, ἐπὶ γῆς τοῦ τῆς τρυφῆς, Παραδείσου πλουτήσαντος, οὗ καὶ γέγονας, δραστικὸς ὑπηρέτης, ἐκμανθάνων τὰ οὐράνια Παμμάκαρ, ἃ οὐκ ἐξὸν βροτοῖς φθέγξασθαι.

Τὸ τῆς γνώμης ἐλεύθερον, καὶ ψυχῆς αὐτεξούσιον, εὐγενείᾳ πίστεως κατελάμπρυνας, τῆς ἐπιγείου δὲ Πάνσοφε, δουλείας ἀπήλλαξαι, καὶ τῇ ζεύγλῃ τοῦ Χριστοῦ, τὸν αὐχένα ὑπέκλινας· ὅθεν ἔδραμες, νοητῆς ἐκ δουλείας τοὺς ἀνθρώπους, ἀπαλλάττων καὶ προσάγων, ἐλευθερίᾳ τῆς χάριτος.

Ὡς ἀκτῖνά σε Πάνσοφε, φεγγοβόλον ἐξήστραψεν, ὁ τοῦ κόσμου Ἥλιος καὶ Διδάσκαλος, τὴν οἰκουμένην λαμπρύνουσαν, φωτὶ τοῦ κηρύγματος, καὶ ταῖς θείαις ἀστραπαῖς, τὴν τῆς πλάνης σκοτόμαιναν, ἀφανίζουσαν, καὶ ποικίλων θαυμάτων ἐνεργείας, τῶν πιστῶν τὰς διανοίας, καταφαιδρύνουσαν ἔνδοξε.