Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 18 Φεβρουαρίου 2014

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὁλολαμπὴς ὡς ἥλιος, ἐκ δυσμῶν ἀνατέταλκες, θαῦμα θεορρῆμον, ἐμφανῶς παράδοξον, τὴν κρᾶσιν καὶ σύγχυσιν, τοῦ Εὐτυχοῦς ξηραίνων σαφῶς, καὶ τοῦ Νεστορίου, τὴν διαίρεσιν τέμνων, διδάσκων ἕνα σέβειν, τὸν Χριστὸν ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως.

Ὑπὸ Θεοῦ κινούμενος, εὐσεβείας διδάγματα, ὡς θεοχαράκτοις ἐν πλαξὶν ἐτύπωσας, Μωσῆς οἷα δεύτερος, ἀναφανεὶς τῷ θείῳ λαῷ, καὶ τῇ ὁμηγύρει, τῶν σεπτῶν Διδασκάλων, κραυγάζων· Ἀνυμνεῖτε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σεσαρκωμένον Ὅσιε, τὸν πρὶν ἄσαρκον ἔγνωκας, Λόγον τοῦ Πατρός, μονογενῆ, συνάναρχον, ἐν χρόνῳ τὸν ἄχρονον, περιγραπτὸν μὲν ἐν σώματι, ὡς δὲ Ποιητήν, περιγραφήν οὐκ εἰδότα, διδάσκεις ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.