Τρίτη, 25 Φεβρουαρίου 2014

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὅλον τῆς σαρκός σου τὸ γεῶδες, ἀπέθου ἐγκρατείας πόνοις Ταράσιε, καὶ βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· διὸ τῶν Ἀσωμάτων σε, χοροὶ ἐδέξαντο, ἀπαύστως ἐκβοῶντα τῷ Κτίστῃ· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νάμασι Χριστοῦ τὴν Ἐκκλησίαν, δογμάτων Ἱεράρχα ὅλην κατήρδευσας, καὶ τὰ θεῖα σπέρματα, τοῦ Ἁγίου Πνεύματος, ἐν ταύτῃ ἐγεώργησας, καὶ ἐπλεόνασας· διὸ καρποφοροῦσα κραυγάζει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Μύρῳ νοητῷ τοῦ Παρακλήτου, χρισθεὶς ὡς Ἱερεὺς Πάτερ Ταράσιε, τῆς ἱερουργίας σου, τὴν στολὴν ἐποίκιλας, τῶν ἀρετῶν τοῖς χρώμασι, καὶ ταῖς λαμπρότησι· διὸ καὶ ἱερούργεις κραυγάζων· σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.