Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 26 Φεβρουαρίου 2014

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον Θεοτόκον, οἱ πιστοὶ μεγαλύνομεν».

Ἱστίῳ Πάτερ νοητῷ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμῃ θείᾳ τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρᾶς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως.

Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοΐδα περιβαλλόμενος, ἱερωσύνης στολισμῷ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα.

Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῷ πνευματικῷ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελοῦντάς σου Θεόφρον πανήγυριν.

Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταῖς λαμπρότησι ταῖς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.