Δευτέρα, 24 Φεβρουαρίου 2014

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπεστάλη βοῶντος φωνὴ ὁ Πρόδρομος, ταῖς ἐρήμοις καρδίαις, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ, πίστιν εὐσεβῆ, ἐγκεντρίζων τοῦ ὄντως Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Ἑτοιμάσατε φάσκει καὶ νῦν ὁ Πρόδρομος, τοῦ Κυρίου τὴν τρίβον, δι' ἁγιότητος· οὗτος γὰρ ἐλθών, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, ταῖς ἡμῶν καρδίαις, οἰκήσει εἰς αἰῶνας.

Τῇ φωνῇ ἀκοὴν μὲν τῇ τοῦ Γεννήτορος, ὀφθαλμοὺς δὲ τῇ θέᾳ, τοῦ θείου Πνεύματος, ὅλος δὲ ἁφῇ, Ἰωάννης ὁ Πρόδρομος, σὲ χειροθετήσας, Χριστὲ θεοφορεῖται.