Πέμπτη, 13 Φεβρουαρίου 2014

ΑΠΟ ΠΕΡΑΤΩΝ ΕΩΣ ΠΕΡΑΤΩΝ ΔΙΕΞΗΛΘΕΝ Ο ΦΘΟΓΓΟΣ ΤΩΝ ΤΕΡΠΝΩΝ ΑΡΕΤΩΝ

Ἀπὸ περάτων ἕως περάτων διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν, καὶ τῶν ἐνθέων ἀγώνων σου· νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ, ἐρήμοις ἐπόθησας συνδιαιτᾶσθαι, ὕμνους Χριστῷ, ψαλμῳδίας, εὐχὰς ἀναπέμπων ἀεί, ἡμέραν τε καὶ νύκτα συναύξων ἔν τε πόνοις καὶ δάκρυσιν, ἁγνῶς τὸν βίον ἐτέλεσας, καὶ σοφῶς τὸν ἀρχέκακον ᾔσχυνας· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησα