Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 26 Φεβρουαρίου 2014

ΣΤΑΥΡΩ ΤΑΣ ΘΕΙΑΣ ΠΑΛΑΜΑΣ

Σταυρῷ τὰς θείας παλάμας ἐξαπλώσας, συνῆψας, τὰ πρῴην διεστῶτα Λυτρωτά, καὶ τῷ Πατρὶ τὴν κατάκριτον, μεσιτεύσας ὡς δῶρον, προσήγαγες οὐσίαν τῶν βροτῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Ἡ τῆς ἁγίας Νηστείας, ἐπιλάμψασα χάρις, ἀκτῖνας ἐπαφίησιν ἡμῖν, προκαθαιρούσας παλίρροιαν λογισμῶν, καὶ τοῦ κόρου, τὸ σκότος ἐλαυνούσας· οἱ πιστοί, διὰ τοῦτο προθύμως, ταύτην ὑποδεξώμεθα.

Ἡ φωτοφόρος Νηστεία, χαρισμάτων ἐνθέων, κρατῆρα συγκεράσασα ἡμῖν, σήμερον πᾶσι προδείκνυσιν, ὡς βουλόμενοι τούτων μεθέξειν, εἰς ὠφέλειαν ψυχῆς, τῷ Δεσπότῃ τῶν ὅλων, συμπρᾶξαι δυσωπήσωμεν.

Ἥλοις τῶν θείων χειρῶν σου, προσηλώσας Οἰκτίρμον, ἡμῶν τὰς ἁμαρτίας ἐν Σταυρῷ, Λόγχῃ πλευράς σου διέρρηξας, πονηρὰ γραμματεῖα, σφαλμάτων καὶ πταισμάτων χαλεπῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Τῶν ἀρετῶν ἡ καλλίστη, ἐξανοίγεται τρίβος, τὸ στάδιον τῶν θείων Νηστειῶν, πᾶσιν ἰδοὺ εὐτρεπίζεται· οἱ ἀθλῆσαι νομίμως, βουλόμενοι αἰτήσατε Χριστόν, εἰρηναῖον ἐξ ὕψους, καιρὸν ἡμῖν δωρήσασθαι.