Σάββατο, 1 Φεβρουαρίου 2014

ΣΤΕΦΗΦΟΡΟΣ ΧΟΡΕΥΕΙΣ

Στεφηφόρος χορεύεις, τοῖς χοροῖς τῶν Μαρτύρων συνευφραινόμενος· τὴν πλάνην γὰρ νικήσας, ἐν λόγῳ ἀληθείας, ἀναμέλπεις γηθόμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ὁ Δεσπότης τῶν ὅλων, τῶν αὐτοῦ παθημάτων, στέφει τὸν Μάρτυρα, καὶ τοῦτον ἐναυλίζει, σκηναῖς ἐπουρανίοις, κεκραγότα καὶ λέγοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.