Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 26 Φεβρουαρίου 2014

ΕΞΕΤΕΙΝΑΣ ΠΑΛΑΜΑΣ

Ἐξέτεινας παλάμας ἐν τῷ Σταυρῷ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῷ πάθει σου τοὺς ἀνθρώπους· διὸ ὑμνοῦμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν.

Τῇ βρώσει τῇ τοῦ ξύλου θανατωθέντες, τῷ ξύλῳ ἐζωώθημεν τοῦ Σταυροῦ σου. Αὐτὸν οὖν σοι προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε.

Τὰ πρόθυρα ἠνέῳκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσῃ προθυμίᾳ διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων.

Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι.

Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῷ Δεσπότῃ· Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε.

Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, ἐκ χειρὸς δεξώμεθα τοῦ ποιήσαντος.