Πέμπτη, 27 Φεβρουαρίου 2014

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ὡς ὑπέρλαμπρος ὁ βίος σου Θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά· Χριστὸν γὰρ ἐδόξασας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σωφροσύνῃ καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνοῦντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.