Παρασκευή, 21 Φεβρουαρίου 2014

ΜΝΗΜΗ ΕΥΡΕΣΕΩΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΟΙΣ ΕΥΓΕΝΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως.

Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι,
Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην.
Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ.

Ἀθανάσιος, θρέμμα Παυλοπετρίου,
Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται.

Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας,
Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται.

Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει,
«Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην».

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου.

Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρει,
Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Τελεσφόρος, Ἐπίσκοπος Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.

Ἠνεγκε καρπὸν τῇ τομῇ Τελεσφόρος,
Τελεσφορήσας εὐγενὴς οἷα σπόρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαραδάτου.

Ἐν γῇ νεκρώσας, ὡς λέγει Παῦλος, μέλη,
Ζωῆς μετέσχεν ἐν πόλῳ Βαραδᾶτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.