Σάββατο, 22 Φεβρουαρίου 2014

ΑΣΜΑ ΑΝΑΠΕΜΨΩΜΕΝ ΛΑΟΙ

«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ τῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι, τῷ μόνῳ Δεσπότῃ».

Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ' αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου.

Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον· διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρᾳ, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον.

Ὅρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου.

Οὕς περ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμὸς δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πῦρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων.

Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικίᾳ, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῷ Κτίστῃ, ἀπολογουμένους.