Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 28 Φεβρουαρίου 2014

ΒΑΣΙΛΕΙΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου.

Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων,
Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν.
Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτῃ Βασίλειον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις,
Ὀξυγράφου κάλαμος ὢν κατὰ πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.
Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ,
Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας.
Καταξιοῦνται Μαράνα τε καὶ Κύρα,
Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται.
Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους,
οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφᾶς καὶ Εὔβουλος ἐν εἰρήνῃ τελειοῦνται.
Χριστοῦ φυτεία Χρισταπόστολοι δύο,
Χριστῷ σύνεισιν Εὔβουλος Νυμφᾶς ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βάρσος, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Πανήγυριν ῥέοντος ἐκλιπὼν βίου,
Σύνεστι Βάρσος Ἀγγέλων πανηγύρει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀβίρκιος ξίφει τελειοῦται.
Χριστοῦ λατρευτῆς αὐχένα τμηθεὶς ξίφει,
Θεῶν λατρευτὰς Ἀβίρκιος αἰσχύνει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.