Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 19 Φεβρουαρίου 2014

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΡΧΙΠΠΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου.

Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων, Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας.

Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον.
Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις.
Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,
Χλωροῖς λόγοις τύπτουσιν ἠκανθωμένοις.
Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,
Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας.
Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου, καὶ Ἀσκληπιοδότης.
Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη,
Ἀνδρίζεταί σοι, καὶ τομῆς, Τριάς, μέχρι.
Ἔστεψε Χριστὸς τὴν Ἀσκληπιοδότην,
Ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ.
Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων,
Ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθάδε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ὁμολογητῶν, Εὐγενίου καὶ Μακαρίου.
Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων
Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κόνωνος.

Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.
Ὅρπηξ Ἀθηνῶν ἐστιν ἡ Φιλοθέη,
Ἐχθρὸν βαλοῦσα σταυροῦ τῇ πανοπλίᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.