Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 26 Φεβρουαρίου 2014

ΣΤΑΥΡΟΦΑΝΩΣ Ο ΜΩΥΣΗΣ, ΤΑΣ ΠΑΛΑΜΑΣ

Σταυροφανῶς ὁ Μωϋσῆς, τὰς παλάμας ἀνυψῶν ἐπὶ τοῦ ὄρους, τοὺς ἐχθροὺς ἐτροποῦτο, σὺ δὲ Σωτὴρ ἐν Σταυρῷ, τὰς χεῖρας ἐκτείνας ἐνέκρωσας, τὴν ὀλεθροτόκον, τοῦ ᾍδου τυραννίδα.

Ἥλοις παγεὶς ἐπὶ Σταυροῦ, καὶ πλευρὰν διανυγείς, Χριστὲ Σωτήρ μου, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, καὶ χαρᾶς ἀλήκτου, μετόχους ἀνέδειξας· ὅθεν εὐλογοῦμεν, τὴν σὴν φιλανθρωπίαν.

Τῆς ἐγκρατείας ὁ καιρός, ἀνατείλας νοητῶς καταφωτίζει, τῆς ψυχῆς τὰς αἰσθήσεις, καὶ παθῶν τὴν ἀχλὺν ἐλαύνει· διὸ ἀσπασώμεθα, τοῦτον ἐκ καρδίας, Χριστόν ὑπερυψοῦντες.

Πάθη ὀλέθρια ψυχῆς, ἡδονὰς θανατηφόρους νηστεία θανατοῖ, καὶ τῷ ὄντι ἐν καταστάσει ποιεῖ, καρδίας ὁρμὰς καὶ κινήματα· ταύτην οὖν ἐν πίστει, δεξώμεθα προθύμως.

Οὐχὶ νηστείας ἀπαρχήν, τὴν παροῦσαν ἱερὰν πιστοὶ ἡμέραν, ἐπιστάμενοι, ταύτην εἰλικρινεῖ λογισμῷ, τιμῶμεν, ἀλλ' εἴσοδον λέγοντες, καὶ τῶν τῆς νηστείας, παρείσβασιν προθύρων.

Προδεξιοῦται δεξιῶς, τὴν φιλόθεον ψυχὴν τοῖς προοιμίοις, ἡ καλλίστη νηστεία, προκαθαρσίων γερῶν, οἷα βαθμίσι καὶ κλίμακι, ταύτῃ προστεθεῖσα τὴν σήμερον ἡμέραν.