Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 27 Ιανουαρίου 2014

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΗΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙ τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον∙ χαῖρε Ἀγγέλων τρυφή, χαῖρε ἀνθρώπων χαρά.

Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη, δεδοξασμένα χαῖρε Θεόνυμφε∙ χαῖρε ἡ κλῖμαξ, δι᾿ ἧς μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.

Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας ἄνθος ἀνθήσασα∙ διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν. Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.

Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε κράζω∙ χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος∙ χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.