Δευτέρα, 27 Ιανουαρίου 2014

ΑΚΡΙΒΗΣ ΕΠΕΓΝΩΣΘΗΣ ΘΕΗΓΟΡΟΣ

Ἀκριβὴς ἐπεγνώσθης θεηγόρος, καὶ κοινὸς ἀντιλήπτωρ τῶν ἐν τῷ κόσμῳ, ἡμαρτηκότων, Ὅσιε, παρεγγυῶν τὴν μετάνοιαν.

Ὡς χρυσὸς ἐν καμίνῳ τῶν κινδύνων, πυρωθεὶς Ἱεράρχα οὐκ ἐχωνεύθης, οὐ κατεφλέχθης∙ δοκιμασθεὶς γὰρ ἔδειξας, ὑπεροβρύζους τοὺς πόνους σου.

Οὐκ ἐνάρκησας Πάτερ πρός ἀγῶνας, οὐκ ᾐσχύνθης Δυνάστας, οὐ προέκρινας, ἀδικίαν δικαιοσύνης Ὅσιε, καὶ μαρτυρεῖ ὁ τῆς χήρας ἀγρός.