Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 30 Ιανουαρίου 2014

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ, ΠΑΠΑ ΡΩΜΗΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης.

Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,
Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.
Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,
Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
Ἔαρ χελιδὼν οὐ καθίστησι μία·
Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην.
Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,
Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙
Κὰλλος γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,
Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,
Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,
Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων,
Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.
Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην,
Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις.
Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν,
Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν
Στοιχειακῆς φέρουσι Τριάδος τύπον.
Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηΐνων,
Καὶ γήϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
Ὁ Γρηγόριος γὰρ πῦρ πνέει νοῦς τὸν λόγον,
Πρὸς ὕψος αὖ πείθοντα πάντα ἐκτρέχειν.
Τοῖς λιποθυμήσασι δ᾿ ἐκ παθῶν πάλιν,
Ἀναπνοὴ τις οἱ Βασιλείου λόγοι.
Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,
Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,
Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,
Ἐκ τῆς χθονὸς φέρουσι τοῖς τούτων λόγοις.
Λάμψεν ἑνὶ τριακοστῇ χρυσοτρισήλιος αἴγλη.

Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικῇ καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς καὶ τῶν λοιπῶν.

Τόλμῃ θάλασσαν Ἱππόλυτος εἰσδύνει,
Οἷα κροαίνων ἵππος ἐν λείῳ πέδῳ.
Τείνων τράχηλον τῷ ξίφει Κενσουρῖνος,
Ἣν οἷα ξυρῶ τοῖς συνάθλοις ἀκόνη.
Σπλάγχνα φλέγουσι Σαβαΐνου λαμπάσι,
Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.
Χρυσῆ βυθῷ βληθεῖσα, παστῷ τοῦ πόλου,
Νύμφη πρόσεισι προσφάτως λελουμένη.
Ἱππόλυτον πόντου τριακοστῇ ἔκτανε ῥεῦμα.

Τῇ αὐτῇ ἡμέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.

Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,
Θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.